Daily readings from the Septuagint
Friday 23 October
8ἔφραξα δὲ θάλασσαν πύλαις,
ὅτε ἐμαίμασσεν ἐκ κοιλίας μητρὸς αὐτῆς ἐκπορευομένη·
Ἰώβ 38:8
Wednesday 21 October
6 ἐπὶ τίνος οἱ κρίκοι αὐτῆς πεπήγασιν;
τίς δέ ἐστιν ὁ βαλών λίθον γωνιαῖον ἐπ᾽ αὐτῆς;
Ἰώβ 38:6
κρίκοι - ring
πεπήγασιν - perfect participle from πήγνυμι, I stick or fix in, join together
γωνιαῖον - on the angle
Tuesday 20 October
5 τίς ἔθετο τὰ μέτρα αὐτῆς, εἰ οἶδας;
ἤ τίς ὁ ἐπαγαγὼν σπαρτίον ἐπ᾽ αὐτῆς;
Ἱώβ 38:5
Monday 19 October
3 ζῶσαι ὥσπερ ἀνήρ τήν ὀσφύν σου,
ἐρωτήσω δέ σε, σύ δέ μοι ἀποκρίθητι
Ἰώβ 38:3
ζῶσαι - 2nd person singular aorist imprative from ζώννυμι, I gird
ὀσφύν - waist
ἐρωτήσω - 3rd person singular future from ἐρωτάω, I ask
Sunday 18 October - 19th after Trinity
1 Μετά δέ τὸ παύσασθαι Ελιουν τῆς λέξεως εἶπεν ὁ κύριος τῷ Ιωβ διά λαίλαπος καὶ νεφῶν 2 Τίς οὗτος ὁ κρύπτων με βουλήν, συνέχων δὲ ῥήματα ἐν καρδίᾳ, ἐμέ δὲ οἴεται κρύπτειν;
Ἰώβ 38:1 - 2
Ελιουν - Elihu
λαίλαπος - whirlwind, storm, hurricane
νεφῶν - cloud
συνέχων - present participle from συνέχω, I hold together, sustain
οἴεται - 3rd person singular present from οἴομαι, Ι think, suppose, expect
Saturday 17 October
12 ἀπὸ ἐνταλμάτων αὐτοῦ καὶ οὐ μή παρέλθω, ἐν δὲ κόλπῳ μου ἔκρυψα ῥήματα αὐτοῦ.
Ἲώβ 23:12
ἐνταλμάτων - commandment
παρέλθω - 1st person singular aorist subjunctive from παρέρχομαι, I transgress, disobey, neglect
κόλπῳ - bosom, breast, chest
Friday 16 October
11 ἐξελεύσομαι δέ ἐν ἐντάλμασιν αὐτοῦ· ὁδούς γὰρ αὐτοῦ ἐφύλαξα καὶ οὐ μή ἐκκλίνω.
Ἰώβ 23:11
ἐξελεύσομαι - 1st person singular from ἐξέρχομαι, I go out
ἐντάλμασιν - commandment
ἐφύλαξα - 1st person singular present from φυλάσσω, I watch, guard, defend
ἐκκλίνω - 1st person singular aorist subjunctive from ἐκκλίνω, I turn away
Thursday 15 October
9 ἀριστερά ποιήσαντος αὐτοῦ καὶ οὐ κατέσχον· *περιβαλεῖ δεξιά, καὶ οὐκ ὄψομαι.‡ 10 οἶδεν γὰρ ἤδη ὁδόν μου, διέκρινεν δέ με ὥσπερ τὸ χρυσίον.
Ἰώβ 23:9 - 10
Wednesday 14 October
7 ἀλήθεια γάρ καὶ ἔλεγχος παρ᾽ αὐτοῦ, ἐξαγάγοι δὲ εἰς τέλος τὸ κρίμα μου. 8 εἰς γάρ πρῶτα πορεύσομαι καὶ οὐκέτι εἰμί· τὰ δέ ἐπ᾽ ἐσχάτοις τί οἶδα;
Ιώβ 23 7 - 8
ἔλεγχος - proof
ἐξαγάγοι - 3rd person singular aorist optative from ἄγω, I lead, bring
ἐσχάτοις -
Tuesday 13 October
5γνῴην δὲ ῥήματα, ἅ μοι ἐρεῖ, αἰσθοίμην δὲ τίνα μοι ἀπαγγελεῖ. 6καὶ εἰ ἐν πολλῇ ἰσχύι ἐπελεύσεταί μοι, εἶτα ἐν ἀπειλῇ μοι οὐ χρήσεται·
Ἰώβ 23:5 - 6
Monday 12 October
3 τίς δ᾽ ἄρα γνοίη ὅτι εὕροιμι αὐτὸν καὶ ἔλθοιμι εἰς τέλος; 4 εἴποιμι δὲ ἐμαυτοῦ κρίμα, τὸ δὲ στόμα μου ἐμπλήσαιμι ἐλέγχων·
Ιώβ 23:3 - 4
Sunday 11 October - 18th after Trinity
1 Ὑπολαβὼν δὲ Ιωβ λέγει 2 Καὶ δὴ οἶδα ὅτι ἐκ χειρός μου ἡ ἔλεγξίς ἐστιν, καὶ ἡ χεὶρ αὐτοῦ βαρεῖα γέγονεν ἐπ᾽ ἐμῷ στεναγμῷ.
Ιώβ 23:1 - 2
Saturday 10 October
24ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν.
Γένεσις 2:24
Friday 9 October
23καὶ εἶπεν Αδαμ Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστέων μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου· αὕτη κληθήσεται γυνή, ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήμφθη αὕτη.
Γένεσις 2:23
Thursday 8 October
22καὶ ᾠκοδόμησεν κύριος ὁ θεὸς τὴν πλευράν, ἣν ἔλαβεν ἀπὸ τοῦ Αδαμ, εἰς γυναῖκα καὶ ἤγαγεν αὐτὴν πρὸς τὸν Αδαμ.
Γένεσις 2:22
Wednesday 7 October
21καὶ ἐπέβαλεν ὁ θεὸς ἔκστασιν ἐπὶ τὸν Αδαμ, καὶ ὕπνωσεν· καὶ ἔλαβεν μίαν τῶν πλευρῶν αὐτοῦ καὶ ἀνεπλήρωσεν σάρκα ἀντ᾽ αὐτῆς.
Γένεσις 2:21
Tuesday 6 October
20 Καὶ ἐκάλεσεν Αδαμ ὀνόματα πᾶσιν τοῖς κτήνεσιν καὶ πᾶσι τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ πᾶσι τοῖς θηρίοις τοῦ ἀγροῦ, τῷ δὲ Αδαμ οὐχ εὑρέθη βοηθὸς ὅμοιος αὐτῷ.
Γένεσις 2:20
κτήνεσιν - animal
πετεινοῖς - birds
εὑρέθη - 3rd person singular aorist passive from εὑρίσκω, I find
βοηθὸς - helper
Monday 5 October
19 καὶ ἔπλασεν ὁ θεὸς ἔτι ἐκ τῆς γῆς πάντα τὰ θηρία τοῦ ἀγροῦ καὶ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ ἤγαγεν αὐτὰ πρὸς τὸν Αδαμ ἰδεῖν, τί καλέσει αὐτά, καὶ πᾶν, ὃ ἐὰν ἐκάλεσεν αὐτὸ Αδαμ ψυχὴν ζῶσαν, τοῦτο ὄνομα αὐτοῦ.
Γένεσις 2:19
ἔπλασεν - 3rd person singular aorist from πλάσσω, I form, mould
θηρία - animal, beast
πετεινὰ - birds