Greek New Testament

Daily readings from the Greek New Testament

Saturday 24 October

8 καίπερ ὢν υἱός, ἔμαθεν ἀφ’ ὧν ἔπαθεν τὴν ὑπακοήν, 9 καὶ τελειωθεὶς ἐγένετο πᾶσιν τοῖς ὑπακούουσιν αὐτῷ αἴτιος σωτηρίας αἰωνίου,

Πρός Ἑβραίους 5: 8 - 9

ὑπακοήν - obedience

τελειωθεὶς - aorist participle from τελειόω, I complete, bring to an end

ὑπακούουσιν - 3rd person plural present from ὑπακούω, I obey, follow, be subject to


Friday 23 October

7 ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ δεήσεις τε καὶ ἱκετηρίας πρὸς τὸν δυνάμενον σῴζειν αὐτὸν ἐκ θανάτου μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσενέγκας καὶ εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας,

Πρός Ἑβραίους 5:7


Thursday 22 October

6καθὼς καὶ ἐν ἑτέρῳ λέγει·σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισέδεκ

Πρός Ἑβραίους 5:6


Wednesday 21 October

5 Οὕτως καὶ ὁ Χριστός οὐχ ἑαυτὸν ἐδόξασεν γενηθῆναι ἀρχιερέα ἀλλ’ ὁ λαλήσας πρὸς αὐτόν· υἱός μου εἶ σύ, ἐγώ σήμερον γεγέννηκά σε·

Πρός Ἑβραίους 5:5

ἐδόξασεν - 3rd person singular aorist from δοξάζω, I praise, honour, glorify

ἀρχιερέα - high priest


Tuesday 20 October

4 ποῦ ἦς ἐν τῷ θεμελιοῦν με τήν γῆν;

ἀπάγγειλον δέ μοι, εἰ ἐπίστῃ σύνεσιν.

Πρός Ἑβραίους 5:4

θεμελιοῦν - present infinitive from θεμελιόω, I found, lay the foundation

ἀπάγγειλον

ἐπίστῃ

σύνεσιν


Monday 19 October

4 καί οὐχ ἑαυτῷ τις λαμβάνει τὴν τιμὴν ἀλλὰ καλούμενος ὑπὸ τοῦ θεοῦ καθώσπερ καὶ Ἀαρών.

Πρός Ἑβραίους 5:4


Sunday 18 October - 19th after Trinity

3 καί δι’ αὐτήν ὀφείλει, καθώς περὶ τοῦ λαοῦ, οὕτως καὶ περί αὐτοῦ προσφέρειν περί ἁμαρτιῶν.

Πρός Ἑβραίους 5:3

ὀφείλει - 3rd person singular present from ὀφείλω, I am obliged, ought; usded impersonally

προσφέρειν - present infinitive from προσφέρω, I bring, offer, present


Saturday 17 October

2 μετριοπαθεῖν δυνάμενος τοῖς ἀγνοοῦσιν καὶ πλανωμένοις, ἐπεὶ καὶ αὐτός περίκειται ἀσθένειαν

Πρός Ἑβραίους 5:2

μετριοπαθεῖν - present infinitive from μετριοπαθέω, I moderate my feeelings, deal gently

ἀγνοοῦσιν - present participle from ἀγνοέω, I am ignorant, do not know

πλανωμένοις - present participle from πλανάω, I wander

περίκειται - 3rd person singular persent from περίκειμαι, I am clothed in or subject to weakness


Friday 16 October

1 Πᾶς γὰρ ἀρχιερεύς ἐξ ἀνθρώπων λαμβανόμενος ὑπὲρ ἀνθρώπων καθίσταται τὰ πρός τὸν θεόν, ἵνα προσφέρῃ δῶρά τε καὶ θυσίας ὑπὲρ ἁμαρτιῶν,

Πρός Ἑβραίους 5:1


Thursday 15 October

16 προσερχώμεθα οὖν μετά παρρησίας τῷ θρόνῳ τῆς χάριτος, ἵνα λάβωμεν ἔλεος καὶ χάριν εὕρωμεν εἰς εὔκαιρον βοήθειαν.
Πρός Ἑβραίους 4:16

παρρησίας - courage, confidence, boldness

λάβωμεν - 1st person plural aorist subjunctive from λαμαβάνω, I take, receive

ἔλεος - mercy, compassion, clemency

εὕρωμεν - 1st person plural aorist subjunctive from εὑρίσκω, I find

εὔκαιρον  - well-timed, suitable


Wednesday 14 October

15 οὐ γάρ ἔχομεν ἀρχιερέα μή δυνάμενον συμπαθῆσαι ταῖς ἀσθενείαις ἡμῶν, πεπειρασμένον δέ κατὰ πάντα καθ’ ὁμοιότητα χωρὶς ἁμαρτίας.
Πρός Ἑβραίους 4:15

ἀρχιερέα - high priest

δυνάμενον - present passive participle from δύναμαι, I am able, can

συμπαθῆσαι - aorist infinitive from συμπάσχω, I suffer with

πεπειρασμένον - perfect passive participle from πειράω, I try, attempt, endevour

ὁμοιότητα - likeness, similarity


Tuesday 13 October

14 Ἔχοντες οὖν ἀρχιερέα μέγαν διεληλυθότα τοὺς οὐρανούς, Ἰησοῦν τὸν υἱὸν τοῦ θεοῦ, κρατῶμεν τῆς ὁμολογίας.
Πρός Ἑβραίους 4:14

ἀρχιερέα - high-priest

διεληλυθότα - perfect participle from διέρχομαι, I come or go through

κρατῶμεν - 1st person plural present subjunctive from κρατέω, I hold fast

ὁμολογίας - confession


Monday 12 October

13καὶ οὐκ ἔστιν κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ, πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ, πρὸς ὃν ἡμῖν ὁ λόγος.
Πρός Ἑβραίους 4:13


Sunday 11 October - 18th after Trinity

12 Ζῶν γὰρ ὁ λόγος τοῦ θεοῦ καὶ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον καὶ διϊκνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας·
Προός Ἑβραίους 4:12


Saturday 10 October

ἠλάττωσας αὐτὸν βραχύ τι παρ’ ἀγγέλους,
δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν,
Πρός Ἑβραίους 2:6


Friday 9 October

διεμαρτύρατο δέ πού τις λέγων·
τί ἐστιν ἄνθρωπος ὅτι μιμνῄσκῃ αὐτοῦ,
ἢ υἱὸς ἀνθρώπου ὅτι ἐπισκέπτῃ αὐτόν;
Πρὸς Ἑβραίους 2:6


Thursday 8 October

Οὐ γάρ ἀγγέλοις ὑπέταξεν τήν οἰκουμένην τήν μέλλουσαν, περί ἧς λαλοῦμεν
Πρός Ἑβραίους 2:5


Wednesday 7 October

τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων
ὅσῳ διαφορώτερον παρ’ αὐτοὺς κεκληρονόμηκεν ὄνομα.
Πρὸς Ἑβραίους 1:4


Tuesday 6 October

ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ,
φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ,
καθαρισμὸν τῶν ἁμαρτιῶν ποιησάμενος
ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς
Πρὸς Ἑβραίους 1:3


Monday 5 October

ὃν ἔθηκεν κληρονόμον πάντων, δι’ οὗ καὶ ἐποίησεν τοὺς αἰῶνας
Πρὸς Ἑβραίους 1:2

κληρονόμον - inheritance


Comments are closed.